Galeno

by Mariapina Dragonetti

ΓΑΛΗΝΟΥ ΟΤΙ Ο ΑΡΙΣΤΟΣ ΙΑΤΡΟΣ ΚΑΙ ΦΙΛΟΣΟΦΟΣ.

Quod optimus medicus sit quoque philosophus.

(53)   Οἷόν τι πεπόνθασιν οἱ πολλοὶ τῶν ἀθλητῶν ἐπιθυμοῦντες μὲν ὀλυμπιο-
νῖκαι γενέσθαι, μηδὲν δὲ πράττειν ὡς τούτου τυχεῖν ἐπιτηδεύοντες, τοιοῦτόν τι
καὶ τοῖς πολλοῖς τῶν ἰατρῶν συμβέβηκεν. ἐπαινοῦσι μὲν γὰρ Ἱπποκράτην καὶ
πρῶτον ἁπάντων ἡγοῦνται, γενέσθαι δ’ αὐτοὺς ὡς ὁμοιοτάτους ἐκείνῳ πάντα
μᾶλλον ἢ τοῦτο πράττουσιν. ὁ μὲν γὰρ οὐ σμικρὰν μοῖραν εἰς ἰατρικήν φησι                    (5)
συμβάλλεσθαι τὴν ἀστρονομίαν καὶ δηλονότι τὴν ταύτης ἡγουμένην ἐξ ἀνάγκης
(54) γεωμετρίαν· οἱ δὲ οὐ μόνον αὐτοὶ μετέρχονται τούτων οὐδε|τέραν ἀλλὰ καὶ
τοῖς μετιοῦσι μέμφονται. καὶ μὲν δὴ καὶ φύσιν σώματος ὁ μὲν ἀκριβῶς ἀξιοῖ
γιγνώσκειν ἀρχὴν εἶναι φάσκων αὐτὴν τοῦ κατ’ ἰατρικὴν λόγου παντός· οἱ
δ’ οὕτω καὶ περὶ τοῦτο σπουδάζουσιν, ὥστ’ οὐ μόνον ἑκάστου τῶν μορίων
οὐσίαν ἢ πλοκὴν ἢ διάπλασιν ἢ μέγεθος ἢ τὴν πρὸς τὰ παρακείμενα κοινωνίαν               (5)
ἀλλ’ οὐδὲ τὴν θέσιν ἐπίστανται. καὶ μὲν δὴ καὶ ὧς ἐκ τοῦ μὴ γιγνώσκειν
κατ’ εἴδη τε καὶ γένη διαιρεῖσθαι τὰ νοσήματα συμβαίνει τοῖς ἰατροῖς ἁμαρτά-
νειν τῶν θεραπευτικῶν σκοπῶν, Ἱπποκράτει μὲν εἴρηται προτρέποντι τὴν
λογικὴν ἡμᾶς ἐξασκεῖν θεωρίαν· οἱ δὲ νῦν ἰατροὶ τοσοῦτον ἀποδέουσιν ἠσκῆσθαι
κατ’ αὐτήν, ὥστε καὶ τοῖς ἀσκοῦσιν ὡς ἄχρηστα μεταχειριζομένοις ἐγκαλοῦσιν.              (10)
οὕτω δὲ καὶ τοῦ προγιγνώσκειν τε <καὶ λέγειν> τὰ παρόντα καὶ τὰ προγεγο-
νότα καὶ τὰ μέλλοντα γενήσεσθαι τῷ κάμνοντι πολλὴν χρῆναι πεποιῆσθαι
πρόνοιαν Ἱπποκράτης φησίν· οἱ δὲ καὶ περὶ τοῦτο τὸ μέρος τῆς τέχνης ἐπὶ
(55) τοσοῦτον ἐσπουδάκασιν, ὥστ’, εἴ τις αἱμορραγίαν ἢ ἱδρῶτα προείποι, | γόητά
τε καὶ παραδοξολόγον ἀποκαλοῦσιν. <ὅπου δ’ οὐδὲ τῶν ταῦτα προειπόντων
ἐπακούουσι,> σχολῇ γ’ ἂν οὕτω <καὶ> τἄλλα προλέγοντός τινος ἀνάσχοιντο, σχολῇ
δ’ ἄν ποτε τῆς διαίτης τὸ σχῆμα πρὸς τὴν μέλλουσαν ἔσεσθαι τοῦ νοσήματος
ἀκμὴν καταστήσαιντο, καὶ μὴν Ἱπποκράτης γε οὕτως διαιτᾶν κελεύει. τί δὴ                      (5)
οὖν ὑπόλοιπόν ἐστιν, ὃ ζηλοῦσι τἀνδρός; οὐ γὰρ δὴ τήν γε τῆς ἑρμηνείας
δεινότητα· τῷ μὲν γὰρ καὶ τοῦτο κατώρθωται, τοῖς δ’ οὕτω τοὐναντίον, ὥστε
πολλοὺς αὐτῶν ἰδεῖν ἐστι καθ’ ἓν ὄνομα δὶς ἁμαρτάνοντας, ὃ μηδ’ ἐπινοῆσαι
ῥᾴδιον.
  Διόπερ ἔδοξέ μοι ζητῆσαι τὴν αἰτίαν ἥτις ποτ’ ἐστί, δι’ ἣν καίτοι                                       (10)
θαυμάζοντες ἅπαντες τὸν ἄνδρα μήτ’ ἀναγιγνώσκουσιν αὐτοῦ τὰ συγγράμματα
μήτ’, εἰ καί <ποτ’ αὐ>τοῖς τοῦτο παρασταίη, συνιᾶσι τῶν λεγομένων ἤ, εἰ καὶ
τοῦτ’ εὐτυχήσειαν, ἀσκήσει τὴν θεωρίαν ἐπεξέρχονται βεβαιώσασθαί τε καὶ
εἰς ἕξιν ἀγαγεῖν βουλόμενοι. εὑρίσκω δὴ καὶ σύμπαντα <τὰ> κατορθούμενα
(56) βουλήσει τε καὶ δυνάμει τοῖς ἀνθρώποις παραγιγνόμενα· θατέρου | δ’ αὐτῶν
ἀτυχήσαντας καὶ τοῦ τέλους αὐτοὺς ἀναγκαῖον ἀποτυχεῖν. αὐτίκα γέ τοι τοὺς
ἀθλητὰς ἢ διὰ τὴν τοῦ σώματος ἀφυίαν ἢ διὰ τὴν τῆς ἀσκήσεως ἀμέλειαν
ὁρῶμεν ἀποτυγχάνοντας τοῦ τέλους· ὅτῳ δ’ ἂν καὶ ἡ τοῦ σώματος φύσις
ἀξιόνικος ᾖ καὶ τὰ τῆς ἀσκήσεως ἄμεμπτα, τίς μηχανὴ μὴ οὐ πολλοὺς ἀνελέσθαι             (5)
τόνδε στεφανίτας ἀγῶνας; ἆρ’ οὖν ἐν ἀμφοτέροις οἱ νῦν ἰατροὶ δυστυχοῦσιν
οὔτε δύναμιν οὔτε βούλησιν ἀξιόλογον ἐπιφερόμενοι πρὸς τὴν τῆς τέχνης
  ἄσκησιν ἢ τὸ μὲν ἕτερον αὐτοῖς ὑπάρχει, θατέρου δ’ ἀπολείπονται; τὸ μὲν δὴ
μηδένα φύεσθαι δύναμιν ἔχοντα ψυχικὴν ἱκανὴν καταδέξασθαι τέχνην οὕτω
φιλάνθρωπον οὔ μοι δοκεῖ λόγον ἔχειν ὁμοίου γε δὴ τοῦ κόσμου καὶ τότ’ ὄντος               (10)
καὶ νῦν καὶ μήτε τῶν ὡρῶν τῆς τάξεως ὑπηλλαγμένης μήτε τῆς ἡλιακῆς περι-
όδου μετακεκοσμημένης μήτ’ ἄλλου τινὸς ἀστέρος ἢ ἀπλανοῦς ἢ πλανωμένου
μεταβολήν τιν’ ἐσχηκότος· εὔλογον δ’ ἐστὶ διὰ μοχθηρὰν τροφήν, οἵαν οἱ νῦν
(57) ἄνθρωποι τρέφονται, καὶ διὰ τὸ [τὸν] | πλοῦτον ἀρετῆς εἶναι τιμιώτερον οὔθ’
οἷος Φειδίας ἐν πλάσταις οὔθ’ οἷος Ἀπελλῆς ἐν γραφεῦσιν οὔθ’ οἷος Ἱππο-
κράτης ἐν ἰατροῖς ἔτι γίγνεσθαί τινα. καίτοι τό γ’ ὑστέροις τῶν παλαιῶν ἡμῖν
γεγονέναι καὶ δὴ τὰς τέχνας ὑπ’ ἐκείνων ἐπὶ πλεῖστον προηγμένας παραλαμβά-
νειν οὐ σμικρὸν ἦν πλεονέκτημα. τὰ γοῦν ὑφ’ Ἱπποκράτους εὑρημένα χρόνῳ                   (5)
παμπόλλῳ ῥᾷστον ἦν ἐν ὀλιγίστοις ἔτεσιν ἐκμαθόντα τῷ λοιπῷ χρόνῳ τοῦ
βίου πρὸς τὴν τῶν λειπόντων εὕρεσιν καταχρήσασθαι. ἀλλ’ οὐκ ἐνδέχεται
πλοῦτον ἀρετῆς τιμιώτερον ὑποθέμενον καὶ τὴν τέχνην οὐκ εὐεργεσίας ἀνθρώ-
πων ἕνεκεν ἀλλὰ χρηματισμοῦ μαθόντα τοῦ τέλους τοῦ κατ’ αὐτὴν ἐφίεσθαι,
<καλῶς κἂν εἰ> φθάσουσί γ’ ἰατροὶ <πλεῖστοι> πλουτῆσαι πρὶν ἠ<ρέ>μας ἐπὶ τὸ               (10)
τέλος αὐτῆς ἐξικέσθαι· οὐ γὰρ δὴ δυνατὸν ἅμα χρηματίζεσθαί τε καὶ μυρμη-
κίζεσθαι καὶ οὕτω μεγάλην ἐπασκεῖν τέχνην, ἀλλ’ ἀνάγκη καταφρονῆσαι
θατέρου τὸν ἐπὶ θάτερον ὁρμήσαντα σφοδρότερον. ἆρ’ οὖν ἔχομέν τινα τῶν
νῦν ἀνθρώπων εἰπεῖν εἰς τοσοῦτον μόνον ἐφιέμενον χρημάτων κτήσεως, εἰς ‖
(58) ὅσον ὑπηρετεῖν ἐξ αὐτῆς ταῖς ἀναγκαίαις χρείαις τοῦ σώματος; ἔστι τις ὁ
δυνάμενος οὐ μόνον λόγῳ πλάσασθαι ἀλλ’ ἔργῳ διαδείξασθαι τοῦ κατὰ φύσιν
πλούτου τὸν ὅρον ἄχρι τοῦ μὴ πεινῆν ἢ διψῆν ἢ ῥιγοῦν προιόντα;
Καὶ μὴν εἴ τίς γ’ ἐστὶ τοιοῦτος, ὑπερόψεται μὲν Ἀρταξέρξου τε καὶ
Περδίκκου καὶ τοῦ μὲν οὐδ’ ἂν εἰς ὄψιν ἀφίκοιτό ποτε, τὸν δ’ ἰάσεται μὲν                         (5)
νοσοῦντα νόσημα τῆς Ἱπποκράτους τέχνης δεόμενον, οὐ μὴν ἀξιώσει γε διὰ
παντὸς συνεῖναι, θεραπεύσει δὲ τοὺς ἐν Κρανῶνι καὶ Θάσῳ καὶ ταῖς ἄλλαις
πολίχναις πένητας. ἀπολείψει δὲ Κῴοις μὲν τοῖς πολίταις Πόλυβόν τε καὶ
τοὺς ἄλλους μαθητάς, αὐτὸς δ’ εἰς πᾶσαν ἀλώμενος ἀφίξεται τὴν Ἑλλάδα· χρὴ
γὰρ αὐτὸν γράψαι καὶ περὶ φύσεως χωρίων. ἵν’ οὖν κρίνῃ τῇ πείρᾳ τὰ ἐκ λόγου                (10)
διδαχθέντα, χρὴ παντοίων αὐτόπτην γενέσθαι πόλεων, τῆς πρὸς μεσημβρίαν
ἐστραμμένης καὶ τῆς πρὸς ἄρκτον καὶ τῆς πρὸς ἥλιον ἀνίσχοντα καὶ τῆς πρὸς |
(59) δυσμάς, ἰδεῖν δὲ καὶ τὴν ἐν κοίλῳ κειμένην καὶ τὴν ἐφ’ ὑψηλοῦ καὶ τὴν ἐπακτοῖς
ὕδασι χρωμένην καὶ τὴν πηγαίοις καὶ τὴν ὀμβρίοις καὶ τὴν ἐκ λιμνῶν καὶ
ποταμῶν, ἀμελῆσαι δὲ καὶ μηδ’ εἴ τις ψυχροῖς ἄγαν ὕδασι μηδ’ εἴ τις θερμοῖς
χρῆται μηδ’ εἰ νιτρώδεσι μηδ’ εἰ στυπτηριώδεσιν ἤ τισιν ἑτέροις τοιούτοις,
ἰδεῖν δὲ καὶ ποταμῷ μεγάλῳ πρόσοικον πόλιν καὶ λίμνῃ καὶ ὄρει καὶ θαλάττῃ                    (5)
καὶ τἄλλα πάντα νοῆσαι τοι<αῦτα>, περὶ ὧν ἡμᾶς αὐτὸς ἐδίδαξεν. ὥστ’ οὐ
μόνον ἀνάγκη χρημάτων καταφρονεῖν τὸν τοιοῦτον ἐσόμενον ἀλλὰ καὶ φιλόπο-
 νον ἐσχάτως ὑπάρχειν. καὶ μὴν οὐκ ἐνδέχεται φιλόπονον εἶναί τινα μεθυσκό-
μενον <ἢ> ἐμπιπλάμενον ἢ ἀφροδισίοις προσκείμενον ἢ συλλήβδην εἰπεῖν
αἰδοίοις καὶ γαστρὶ δουλεύοντα. σωφροσύνης οὖν φίλος ὥσπερ γε καὶ ἀληθείας              (10)
ἑταῖρος ὅ γ’ ἀληθὴς ἰατρὸς ἐξεύρηται. καὶ μὲν δὴ καὶ τὴν λογικὴν μέθοδον
ἀσκεῖν <ἀνάγκη> χάριν τοῦ γνῶναι, πόσα τὰ πάντα κατ’ εἴδη τε καὶ γένη
(60) νοσήματα | ὑπάρχει καὶ πῶς ἐφ’ ἑκάστου ληπτέον ἔνδειξίν τιν’ ἰαμάτων. ἡ
δ’ αὐτὴ μέθοδος ἥδε καὶ τὴν τοῦ σώματος αὐτοῦ διδάσκει <σύν>θεσιν, τήν
τ’ ἐκ τῶν πρώτων στοιχείων, ἃ δι’ ἀλλήλων ὅλα κέκραται, καὶ τὴν ἐκ τῶν
δευτέρων, τῶν αἰσθητῶν, ἃ δὴ καὶ ὁμοιομερῆ προσαγορεύεται, καὶ τρίτην ἐπὶ
ταύταις τὴν ἐκ τῶν ὀργανικῶν μορίων. ἀλλὰ καὶ τίς ἡ χρεία τῷ ζῴῳ τῶν εἰρη-                   (5)
μένων ἑκάστου καὶ τίς ἡ ἐνέργεια δέον <ἀ>πολαβεῖν ταῦτα μὴ ἀβασανίστως,
ἀλλὰ μετ’ ἀποδείξεως πιστώσασθαι πρὸς τῆς λογικῆς δήπου διδάσκεται με-
θόδου. τί δὴ οὖν ἔτι λείπεται πρὸς τὸ μὴ <οὐκ> εἶναι φιλόσοφον τὸν ἰατρόν,
ὃς ἂν Ἱπποκράτους ἀξίως ἀσκήσῃ τὴν τέχνην; εἰ γάρ, ἵνα μὲν ἐξεύρῃ φύσιν
σώματος καὶ νοσημάτων διαφορὰς καὶ ἰαμάτων ἐνδείξεις, ἐν τῇ λογικῇ θεωρίᾳ               (10)
γεγυμνάσθαι προσήκει, ἵνα δὲ φιλοπόνως τῇ τούτων ἀσκήσει παραμένῃ, χρη-
μάτων τε καταφρονεῖν καὶ σωφροσύνην ἀσκεῖν, πάντα δὴ τῆς φιλοσοφίας ἔχει
(61) τὰ μέρη, τό τε λογικὸν καὶ | τὸ φυσικὸν καὶ τὸ ἠθικόν. οὐ γὰρ δὴ δέος γε,
μὴ χρημάτων καταφρονῶν καὶ σωφροσύνην ἀσκῶν ἄδικόν τι πράξῃ· πάντα
γάρ, ἃ τολμῶσιν ἀδίκως ἅνθρωποι, φιλοχρηματίας ἀναπειθούσης ἢ γοητευούσης
ἡδονῆς πράττουσιν. οὕτω δὲ καὶ τὰς ἄλλας ἀρετὰς ἀναγκαῖον ἔχειν αὐτόν·
σύμπασαι γὰρ ἀλλήλαις ἕπονται καὶ οὐχ οἷόν τε μίαν ἡντινοῦν λαβόντι μὴ   (5)
οὐχὶ καὶ τὰς ἄλλας ἁπάσας εὐθὺς ἀκολουθούσας ἔχειν ὥσπερ ἐκ μιᾶς μηρίνθου
δεδεμένας. καὶ μὴν εἴ γε πρὸς τὴν ἐξ ἀρχῆς μάθησιν καὶ πρὸς τὴν ἐφεξῆς ἄσκησιν
ἀναγκαία τοῖς ἰατροῖς ἐστιν ἡ φιλοσοφία, δῆλον ὡς, ὅστις ἂν <ἄριστος> ἰατρὸς
ᾖ, πάντως οὗτός ἐστι καὶ φιλόσοφος. οὐδὲ γὰρ οὐδ’ ὅτι πρὸς τὸ χρῆσθαι
καλῶς τῇ τέχνῃ φιλοσοφίας δεῖ τοῖς ἰατροῖς, ἀποδείξεως ἡγοῦμαί τινος χρῄζειν               (10)
ἑωρακότας γε πολλάκις ὡς φαρμακεῖς εἰσιν, οὐκ ἰατροὶ καὶ χρῶνται τῇ τέχνῃ
πρὸς τοὐναντίον ἢ πέφυκεν οἱ φιλοχρήματοι.
(62)   Πότερον οὖν ὑπὲρ ὀνομάτων ἔτι διενεχθήσῃ καὶ ληρήσεις | ἐρίζων,
ἐγκρατῆ μὲν καὶ σώφρονα καὶ χρημάτων κρείττονα καὶ δίκαιον ἀξιῶν εἶναι τὸν
ἰατρόν, οὐ μὴν φιλόσοφόν γε, καὶ φύσιν <μὲν> γιγνώσκειν σωμάτων καὶ
ἐνεργείας ὀργάνων καὶ χρείας μορίων καὶ διαφορὰς νοσημάτων καὶ θεραπειῶν
ἐνδείξεις, οὐ μὴν ἠσκῆσθαί γε κατὰ τὴν λογικὴν θεωρίαν ἢ τὰ πράγματα                          (5)
συγχωρήσας ὑπὲρ ὀνομάτων αἰδεσθήσῃ διαφέρεσθαι; καὶ μὴν ὀψὲ μὲν <σω-
φρονεῖς>· ἄμεινον δὲ νῦν γοῦν σωφρονήσαντά σε μὴ καθάπερ κολοιὸν ἢ κόρακα
περὶ φωνῶν ζυγομαχεῖν ἀλλ’ αὐτῶν τῶν πραγμάτων σπουδάζειν τὴν ἀλήθειαν.
οὐ γὰρ δὴ τοῦτό γ’ ἂν ἔχοις εἰπεῖν, ὡς ὑφάντης μέν τις ἢ σκυτοτόμος ἀγαθὸς
ἄνευ μαθήσεώς τε καὶ ἀσκήσεως οὐκ ἄν ποτε γένοιτο, δίκαιος δ’ ἰα<τρός>                       (10)
τις ἢ σώφρων ἢ ἀποδεικτικὸς ἢ δεινὸς περὶ φύσιν ἐξαιφνίδιον ἀναφανήσεται
μήτε διδασκάλοις χρησάμενος μήτ’ αὐτὸς ἐπασκήσας ἑαυτόν. εἰ τοίνυν καὶ
τοῦτ’ ἀναίσχυντον καὶ θάτερον οὐ περὶ πραγμάτων ἐστὶν ἀλλ’ ὑπὲρ ὀνομάτων
(63) ἐρίζοντος, φιλοσοφητέον ἡμῖν εἶναι πρόδηλον, εἴπερ Ἱπποκρά|τους ἀληθῶς
ἐσμεν ζηλωταί, κἂν τοῦτο ποιῶμεν, οὐδὲν κωλύει μὴ παραπλησίους ἀλλὰ καὶ
βελτίους αὐτοῦ γενέσθαι μανθάνοντας μὲν ὅσα καλῶς ἐκείνῳ γέγραπται, τὰ
λείποντα δ’ αὐτοὺς ἐξευρίσκοντας. 

Traduzione a cura di Ivan Garofalo e Mario Vegetti – UTET

I.   Alla maggioranza dei medici succede qualcosa di simile a ciò che capita alla maggioranza degli atleti che desiderano riuscire vincitori alle Olimpiadi, ma non si dànno cura affatto per conseguire tale scopo. Certo, elogiano Ippocrate e lo stimano il primo di tutti (i medici), ma quanto a diventare simili a lui, fanno tutto tranne che questo. Egli afferma che l’astronomia contribuisce non in piccola parte alla medicina e ovviamente la geometria che necessariamente precede quella; quelli non solo non apprendono né l’una né l’altra ma biasimano anche coloro che lo fanno. Egli, naturalmente, postula l’esatta conoscenza della natura del corpo dicendo che essa è il principio di tutto il discorso della medicina; essi studiano anche questo in modo tale che non sanno non solo la sostanza di ciascuna delle parti o la loro struttura, conformazione o grandezza o comunanze con le parti vicine, ma neppure la posizione. E che dal non saper distinguere per specie e generi le malattie succede ovviamente ai medici di sbagliare gli obbiettivi della cura è stato detto da Ippocrate nel suo invito a esercitare la teoria logica. I medici di oggi sono tanto lontani dall’essere esercitati in questa che rimproverano coloro che vi si esercitano come se praticassero una attività inutile. Parimenti, Ippocrate dice che occorre che si sia fatta grande attenzione nel prevedere le condizioni presenti, passate e future del malato; ora, quelli hanno studiato tanto anche questa parte dell’arte che se qualcuno predice emorragia o sudore lo tacciano di cialtroneria  e assurdità: difficilmente costoro, se qualcuno predicesse le altre cose lo accetterebbero; difficilmente adatterebbero il sistema del vitto a quella che sarà l’acme della malattia, eppure Ippocrate ordina di seguire questo metodo dietetico. Che altro c’è infine che ammirano di lui? Non certo la precisione dell’esposizione; infatti anche in questo egli ha avuto successo, mentre a quelli è successo il contrario, cosicchè è possibile vedere molti di loro sbagliare due volte su un nome, cosa che non è facile neppure immaginare.

II.   Mi è parso perciò giusto ricercare quale sia il motivo per cui, benché tutti ammirino Ippocrate non ne leggono i libri, e se anche qualcuno lo fa, non li capisce, né, se anche riesce in questo, applica la teoria alla pratica col desiderio di rafforzarla e di condurla ad effetto. Io trovo che tutti i successi degli uomini derivano dalla volontà e dalla capacità: se si manca di una delle due necessariamente si falisce anche lo scopo. Vediamo ad esempio che gli atleti falliscono lo scopo o per mancanza di forza fisica naturale o per trascuratezza nell’esercizio; colui che, ha una natura fisica da vincitore e una preparazione perfetta, cosa può impedirgli di vincere molte gare e corone? I medici moderni sono carenti dunque in entrambi i campi per non mettere né capacità né volontà adeguata nell’esercizio dell’arte, o l’una ce l’hanno, l’altra manca loro! Che non nasca nessuno con una capacità spirituale adatta a seguire un’arte così umanitaria non mi pare ragionevole, essendo il mondo uguale allora, e ora e non essendo mutato l’ordine delle stagioni né essendo cambiato il periodo solare né altro astro o fişso o vagante. avendo avuto qualche cambiamento. È ragionevole pensare che, sia a causa dell’allevamento catțivo cui si sottopongono gli uomini d’oggi e del fatto che la ricchezza è piú pregiata della virtù, che non nascono più un Fidia fra gli scultori, un Apelle fra i pittori o un Ippocrate fra i medici? Eppure l’esser nati dopo gli antichi e il ricevere le arti già fatte progredire al massimo da loro non sarebbe piccolo vantaggio. Sarebbe facile imparare in pochissimi anni le cose scoperte da Ippocrate in moltissimo tempo per applicare il rimanente tempo della vita alla scoperta di quelle che restano. Non è però possibile supponendo la ricchezza più preziosa della virtù e imparando l’arte non a beneficio degli uomini ma per lucro raggiungere il fine di essa. Non è certo possibile ricercare insieme il guadagno e esercitare una così grande arte, ma è necessario che colui che si impegna di più in una delle due cose disprezzi l’altra. Possiamo forse dire di qualcuno degli uomini d’oggi che brami l’acquisto di averi solo nella misura di far fronte con essi ai necessari bisogni del corpo? C’è qualcuno capace non solo di forgiare a parole ma di insegnare nei fatti il limite della ricchezza secondo natura che giunge fino a che non si ha fame, sete, freddo?

III.   Eppure se c’è qualcuno di tal fatta, disprezzerà Artaserse e Perdicca e dell’uno non andrà mai alla presenza, l’altro lo curerà dalla malattia che richieda l’arte di Ippocrate, non vorrà però vivergli sempre assieme, curerà i poveri di Cranone e di Taso e delle altre piccole città. Lascerà ai Coi suoi concittadini Polibo e gli altri discepoli, mentre egli stesso istruirà vagando di seguito tutta la Grecia. Per giudicare coll’esperienza gli insegnamenti verbali bisogna vedere di persona le città, quella rivolta a mezzogiorno e quella rivolta a nord e quella rivolta verso il sole sorgente e quella rivolta verso il tramonto, vedere quella che sta in una valle e quella che sta in alto, e quelle che usano acque riportate e quella che usa acque sorgive; quelle che usano acque piovane o di laghi, o di fiumi; non trascurare se uno usa acque troppo fredde o calde o ricche di nitro o contenenti allume o altre siffatte, notare la città vicina al grande fiume, monte e mare e notare tutte le altre cose che egli ci ha insegnate. Sicché bisogna che la persona che vorrà diventare tale non solo disprezzi le ricchezze ma che sia estremamente amante delle fatiche. Non è possibile che sia amante delle fatiche uno che si ubriaca o si riempie di cibo o si dà ai piaceri venerei o per dirla in breve serve ai genitali e al ventre. Si è trovato perciò che il vero medico è compagno della temperanza come della verità. Inoltre bisogna esercitare il metodo logico al fine di conoscere quante sono tutte le malattie secondo le specie e i generi e come per ciascuna bisogna giungere alle indicazioni dei rimedi. Questo stesso metodo insegna la stessa natura del corpo, quella che deriva dai primi elementi che sono mescolati interamente fra di loro, e quella che deriva dai secondi elementi, le parti sensibili, che si chiamano anche omogenee, e, terza, oltre a queste, quella derivante dalle parti organiche. Ma quale sia I’utilità per l’animale di ciascuna delle cose dette e quale l’azione (anche queste cose bisogna crederle non senza prova ma con dimostrazione) è insegnato proprio dal metodo logico. Cosa manca dunque ancora perché il medico non sia filosofo, il medico che esercita l’arte in modo degno di Ippocrate? Infatti se per scoprire la natura del corpo e le varietà di malattie e le indicazioni di rimedi occorre essere esercitati nella teoria logica, se, perché persista con amore delle fatiche nell’esercizio di tali cose occorre disprezzare le ricchezze e coltivare la temperanza, avrà già tutte le parti della filosofia, la logica, la fisica e l’etica. Non c’è timore infatti che disprezzando le ricchezze e coltivando la temperanza commetta qualche ingiustizia: infatti tutte le imprese che gli uomini osano ingiustamente le fanno convinti dell’avidità di ricchezze o affascinati dal piacere. Perciò è necessario che abbia anche le altre virtù: esse vanno tutte assieme e non è possibile che, se se ne conquista una, non si abbiano di seguito tutte le altre come legate ad una sola corda. Pertanto se ai medici è necessaria la filosofia per l’apprendimento iniziale e per il successivo esercizio è chiaro che chi è un vero medico, è sempre anche filosofo. Sul fatto che ai medici abbisogni la filosofia per adoperar bene I’arte non credo abbia bisogno di dimostrazione chi ha visto spesso che gli avidi di ricchezze, sono spacciatori di droghe non medici e usano l’arte per fini opposti a quelli a cui è destinata per natura.

IV. Indugerai dunque ancora sui nomi e ciarlerai sostenendo che il medico sia temperante e casto e al di sopra delle ricchezze e giusto, ma non filosofo, e che conosca la natura dei corpi e l’azione degli organi e l’utilità delle parti e le varietà di malattie e le indicazioni di rimedi, e che non debba però essere esercitato nella teoria logica? O pur ammettendo queste cose oserai divergere sui nomi? E tardi ormai; è meglio che tu metta giudizio e non litighi come una cornacchia o un corvo su dei suoni ma ricerchi la verità dei fatti stessi. Infatti non potresti dire che un tessitore o un ciabattino può diventare buono senza apprendimento e esercizio, e sostenere poi che uno apparirà all’improvviso giusto o casto o capace di fare dimostrazioni o esperto della natura senza servirsi di maestri e senza esercitarsi. Se dunque anche ciò è vergognoso e l’altra è una questione non di fatti ma di nomi, noi dobbiamo coltivare la filosofia., se siamo veramente ammiratori di Ippocrate e se facciamo questo niente vieta che noi diventiamo non solo simili a lui ma anche migliori, avendo imparato tutto ciò che è stato scritto giustamente da lui e trovando noi ciò che ancora rimane.

De usu partium 14.6=K 4.162

καθάπερ οὖν ἄνθρωπος ἁπάντων ζῴων ἐστὶ τὸ τελεώ-
τατον, οὕτως ἐν αὐτῷ τούτῳ πάλιν ἀνὴρ γυναικὸς                          (15)
<τελεώτερος>. ἡ δ’ αἰτία τῆς τελειότητος ἡ τῆς θερ-
μότητος ὑπεροχή· τοῦτο γάρ ἐστι πρῶτον ὄργανον τῆς
φύσεως. ἐν οἷς οὖν ἐλλιπέστερον, ἐν τούτοις ἀναγ-
καῖον ἀτελέστερον εἶναι καὶ τὸ δημιούργημα. οὔκουν
(162) θαυμαστὸν οὐδέν, εἰ τὸ θῆλυ τοῦ ἄρρενος ‖ εἰς τοσοῦ-
τον ἀτελέστερον, εἰς ὅσον ψυχρότερον. ὥσπερ οὖν
ἀτελεῖς ἔσχεν ὀφθαλμοὺς ὁ ἀσπάλαξ, οὐ μὴν οὕτω γε
ἀτελεῖς, ὡς οἷς οὐδ’ ὅλως ἐστὶ ζῴοις οὐδ’ ὑπογραφή
τις αὐτῶν, οὕτω καὶ γυνὴ τοῖς γεννητικοῖς μορίοις                           (5)
ἀνδρὸς ἀτελεστέρα· διεπλάσθη μὲν γὰρ ἔνδον αὐτῆς
ἔτι κυουμένης τὰ μόρια, προκύψαι δὲ καὶ ἀνατεῖλαι
πρὸς τοὐκτὸς ἀρρωστίᾳ θερμότητος οὐ δυνηθέντα τὸ
μὲν διαπλαττόμενον αὐτὸ ζῷον ἀτελέστερον ἀπειργάσατο
τοῦ πάντη τελέου, τῷ δ’ ὅλῳ γένει χρείαν οὐ σμικρὰν                      (10)
παρέσχεν, ἔδει γὰρ εἶναί τι καὶ θῆλυ. μὴ γὰρ δὴ
νομίσῃς, ὡς ἑκὼν ἄν ποτε τὸ ἥμισυ μέρος ὅλου τοῦ
γένους ἡμῶν ὁ δημιουργὸς ἀτελὲς ἀπειργάσατο καὶ
οἷον ἀνάπηρον, εἰ μή τις καὶ τούτου τοῦ πηρώματος
ἔμελλεν ἔσεσθαι χρεία μεγάλη. τίς οὖν ἥδε, καὶ δὴ                         (15)
λέγωμεν.

Come, dunque, l’uomo è il più perfetto di tutti gli animali, così per questo stesso il maschio è il più perfetto della femmina. La causa della perfezione è la maggior quantità di calore, che è lo strumento principale della natura. Perciò negli animali il cui calore è meno abbondante è necessario che anche l’opera si ameno perfetta. Non c’è dunque da stupirsi se la femmina è tanto più imperfetta del maschio quanto più è più fredda. Come la talpa ha gli occhi imperfetti, ma non così imperfetti come gli animali che non gli hanno affatto, o ne hanno solo un abbozzo, così anche la donna è più imperfetta dell’uomo quanto alle parti genitali; infatti queste parti erano state configurate dentro di lei mentre erano ancora nell’utero e non potendo sporgere ed emergere all’esterno per la debolezza del calore, resero l’animale stesso che si veniva formando più imperfetto di quello assolutamente perfetto, ma resero alla specie nel complesso un servizio non indifferente, perché dovevano esserci il maschio e la femmina. Non credere infatti che il nostro artefice avrebbe fatto imperfetta e per così dire mutilata, la metà di tutto il genere umano volontariamente, se da questa mutilazione non avesse dovuto venire un grande vantaggio. Diciamo allora quale sia appunto questo vantaggio.